Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.595 Joseph. BJ 2.601 (English) >>Joseph. BJ 2.607

2.599καὶ τὸ μὲν πλῆθος ἐν τῷ κατὰ Ταριχέας ἱπποδρόμῳ συνηθροισμένον πολλὰ πρὸς ὀργὴν ἀνεβόα καὶ καταλεύειν οἱ δὲ καίειν τὸν προδότην ἐκεκράγεσαν· παρώξυνεν δὲ τοὺς πολλοὺς Ἰωάννης καὶ σὺν αὐτῷ Ἰησοῦς τις υἱὸς Σαπφία, τότε ἄρχων τῆς Τιβεριάδος. 2.600οἱ μὲν

-- --

οὖν φίλοι καὶ σωματοφύλακες τοῦ Ἰωσήπου καταπλαγέντες τὴν ὁρμὴν τοῦ πλήθους ἔφυγον πλὴν τεσσάρων πάντες, αὐτὸς δὲ κοιμώμενος ἤδη προσφερομένου τοῦ πυρὸς διανίσταται, 2.601καὶ παραινούντων φεύγειν τῶν τεσσάρων, οἳ παρέμειναν, οὔτε πρὸς τὴν καθʼ ἑαυτὸν ἐρημίαν οὔτε πρὸς τὸ πλῆθος τῶν ἐφεστώτων καταπλαγεὶς προπηδᾷ, περιρρηξάμενος μὲν τὴν ἐσθῆτα, καταπασάμενος δὲ τῆς κεφαλῆς κόνιν, ἀποστρέψας δὲ ὀπίσω τὰς χεῖρας καὶ τὸ ἴδιον ξίφος ἐπιδήσας τῷ τένοντι. 2.602πρὸς ταῦτα τῶν μὲν οἰκείως ἐχόντων, καὶ μάλιστα τῶν Ταριχεατῶν, οἶκτος ἦν, οἱ δʼ ἀπὸ τῆς χώρας καὶ τῶν πλησίον ὅσοις ἐδόκει φορτικὸς ἐβλασφήμουν, προφέρειν τε τὰ κοινὰ χρήματα θᾶττον ἐκέλευον καὶ τὰς προδοτικὰς συνθήκας ἐξομολογεῖσθαι· 2.603προειλήφεσαν γὰρ ἐκ τοῦ σχήματος οὐδὲν αὐτὸν ἀρνήσεσθαι τῶν ὑπονοηθέντων, ἀλλʼ ἐπὶ συγγνώμης πορισμῷ πάντα πεποιηκέναι τὰ πρὸς τὸν ἔλεον. 2.604τῷ δʼ ἦν ταπείνωσις προπαρασκευὴ στρατηγήματος, καὶ τεχνιτεύων τοὺς ἀγανακτοῦντας κατʼ αὐτοῦ κατʼ ἀλλήλων στασιάσαι, ἐφʼ οἷς ὠργίζοντο πάνθʼ ὁμολογήσων,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.595 Joseph. BJ 2.601 (English) >>Joseph. BJ 2.607

Powered by PhiloLogic